Add parallel Print Page Options

13 The Jewish feast of Passover was near, so Yeshua went up to Jerusalem. 14 In the Temple, He found the merchants selling oxen, sheep, and doves; also the moneychangers sitting there. 15 Then He made a whip of cords and drove them all out of the Temple, both the sheep and oxen. He dumped out the coins of the moneychangers and overturned their tables. 16 To those selling doves, He said, “Get these things out of here! Stop making My Father’s house a marketplace!” 17 His disciples remembered that it is written, “Zeal for your House will consume Me!”[a]

18 The Judean leaders responded, “What sign do You show us, since You are doing these things?”

19 “Destroy this Temple,” Yeshua answered them, “and in three days I will raise it up.”

20 The Judean leaders then said to Him, “Forty-six years this Temple was being built, and You will raise it up in three days?” 21 But He was talking about the temple of His body. 22 So after He was raised from the dead, His disciples remembered that He was talking about this. Then they believed the Scripture and the word that Yeshua had spoken.

23 Now when He was in Jerusalem for the Passover, during the feast, many believed in His name, seeing the signs He was doing. 24 But Yeshua did not entrust Himself to them, because He knew all men. 25 He did not need anyone to testify about man, for He knew what was in man.

Read full chapter

Footnotes

  1. John 2:17 Ps. 69:10(9).

13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. 14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, 15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν [a]τὰ κέρματα καὶ τὰς τραπέζας [b]ἀνέστρεψεν, 16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. 17 [c]ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. 18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; 19 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. 20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; 21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. 22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ [d]ὃν εἶπεν ὁ Ἰησοῦς.

23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· 24 αὐτὸς [e]δὲ Ἰησοῦς οὐκ ἐπίστευεν [f]αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας 25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:15 τὰ κέρματα WH Treg ] τὸ κέρμα NIV RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:15 ἀνέστρεψεν Treg RP ] ἀνέτρεψεν WH NIV
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:17 ἐμνήσθησαν WH Treg NIV ] + δὲ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:22 ὃν WH Treg NIV ] ᾧ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:24 δὲ WH Treg NIV ] + ὁ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:24 αὑτὸν WH ] αὐτὸν Treg NIV; ἑαυτὸν RP