Add parallel Print Page Options

12 Then Yeshua was also saying to the one who invited Him, “When you host a luncheon or dinner, don’t invite your friends or your brothers or your relatives or rich neighbors. Otherwise they might invite you in return as your payback. 13 But when you host a banquet, invite the poor, the crippled, the lame, and the blind; 14 and you will be blessed, since they cannot repay you. You will be repaid at the resurrection of the righteous.”

15 Now hearing this, one of those dining with Yeshua said to Him, “Blessed is he who eats bread in the kingdom of God.”

16 But Yeshua said to him, “A certain man was hosting a large banquet, and he invited many. 17 At the time for the banquet, he sent his slave to tell those who had been invited, ‘Come, everything is already prepared.’

18 “But every one of them began to beg off. The first said to him, ‘I bought a farm, and I’m obligated to go out to see it. I’m asking you to have me excused.’ 19 Then another one said, ‘I’ve purchased five teams of oxen, and I’m going to check them out. I’m asking you to have me excused.’ 20 Still another said, ‘I’ve married a wife, so I cannot come.’[a]

21 “The slave came and reported these things to his master. Then the master of the house got angry and said to his slave, ‘Quickly go out into the squares and alleys of the city and bring here the poor, the maimed, the blind, and the lame.’

22 “And the slave said, ‘Master, I have done as you instructed, and still there is room.’

23 “So the master said to the slave, ‘Go out into the thoroughfares and fenced areas, and press them to come in so my home may be filled. 24 For I tell you, none of those men who were invited will taste my banquet.’”

Read full chapter

Footnotes

  1. Luke 14:20 cf. Deut. 20:5-7; 24:5.

12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ [a]ἀντικαλέσωσίν σε καὶ γένηται [b]ἀνταπόδομά σοι. 13 ἀλλ’ ὅταν [c]δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.

15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· Μακάριος [d]ὅστις φάγεται [e]ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις [f]ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, 17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά [g]ἐστιν. 18 καὶ ἤρξαντο ἀπὸ μιᾶς [h]πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην [i]ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 19 καὶ ἕτερος εἶπεν· Ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. 20 καὶ ἕτερος εἶπεν· Γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. 21 καὶ παραγενόμενος ὁ [j]δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ [k]τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. 22 καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν [l]ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. 23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ [m]μου ὁ οἶκος· 24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ [n]δείπνου.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀντικαλέσωσίν σε WH Treg NIV ] σε ἀντικαλέσωσιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:12 ἀνταπόδομά σοι WH Treg NIV ] σοι ἀνταπόδομα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:13 δοχὴν ποιῇς WH NIV ] ποιῇς δοχήν Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:15 ὅστις WH Treg NIV ] ὃς RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:15 ἄρτον WH Treg NA ] ἄριστον NIV RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:16 ἐποίει WH Treg NIV ] ἐποίησεν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:17 ἐστιν WH NIV ] + πάντα Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:18 πάντες παραιτεῖσθαι WH Treg NIV ] παραιτεῖσθαι πάντες RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:18 ἐξελθὼν WH Treg NIV ] ἐξελθεῖν καὶ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:21 δοῦλος WH Treg NIV ] + ἐκεῖνος RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:21 τυφλοὺς καὶ χωλοὺς WH Treg NIV ] χωλοὺς καὶ τυφλοὺς RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:22 WH Treg NIV ] ὡς RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:23 μου ὁ οἶκος WH Treg NIV ] ὁ οἶκος μου RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 14:24 δείπνου WH Treg NIV ] + Πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί RP