Add parallel Print Page Options

10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ (περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν), 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος [a]Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα [b]σταθῆτε τέλειοι καὶ [c]πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 Χριστοῦ RP ] + Ἰησοῦ WH Treg NIV
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 σταθῆτε WH Treg NIV ] στῆτε RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 4:12 πεπληροφορημένοι WH Treg NIV ] πεπληρωμένοι RP