Add parallel Print Page Options

32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον [a]ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν· 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ· 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ [b]ἐκλεκτὸς τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:32 ὡς WH Treg NIV ] ὡσεὶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:34 ἐκλεκτὸς Holmes WHmarg ] υἱὸς WH Treg NIV RP

11 Ἐγὼ μὲν [a]ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ [b]καὶ πυρί· 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν [c]ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. 14 ὁ δὲ [d]Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν [e]πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 [f]βαπτισθεὶς δὲ ὁ Ἰησοῦς [g]εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ [h]ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν [i]πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ [j]περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν· 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:11 ὑμᾶς βαπτίζω WH Treg NIV ] βαπτίζω ὑμᾶς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:11 καὶ πυρί WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:12 ἀποθήκην WH NIV RP ] + αὐτοῦ Treg
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:14 Ἰωάννης Treg NIV RP ] WH
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:15 πρὸς αὐτόν Treg NIV RP ] αὐτῷ WH
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 βαπτισθεὶς δὲ WH Treg NIV ] Καὶ βαπτισθεὶς RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 εὐθὺς ἀνέβη WH Treg NIV ] ἀνέβη εὐθὺς RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NIV RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 περιστερὰν WH ] + καὶ Treg NIV RP