Add parallel Print Page Options

Καὶ [a]μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:1 μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NIV ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος [a]οὗ ἔμελλον λαμβάνειν οἱ [b]πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν [c]πνεῦμα, ὅτι Ἰησοῦς [d]οὐδέπω ἐδοξάσθη.

40 [e]Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες [f]τῶν λόγων τούτων [g]ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· [h]οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 [i]οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, [j]ἔρχεται ὁ χριστός;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὗ WH Treg RP ] ὃ NIV
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πιστεύσαντες WH Treg NIV ] πιστεύοντες RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πνεῦμα WH NA ] + ἅγιον Treg RP; + δεδομένον NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὐδέπω NIV RP ] οὔπω WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 Ἐκ τοῦ ὄχλου οὖν WH Treg NIV ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 τῶν λόγων τούτων WH Treg NIV ] τὸν λόγον RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 ἔλεγον Treg NIV RP ] + ὅτι WH
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:41 οἱ δὲ WH Treg NIV ] Ἄλλοι RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 οὐχ WH Treg NIV ] Οὐχὶ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 ἔρχεται ὁ χριστός WH Treg NIV ] ὁ χριστός ἔρχεται RP