Add parallel Print Page Options

26 Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ [a]ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ᾗ ὄνομα Ναζαρὲθ 27 πρὸς παρθένον [b]ἐμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28 καὶ [c]εἰσελθὼν πρὸς αὐτὴν εἶπεν· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ [d]σοῦ. 29 ἡ δὲ [e]ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. 30 καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· 31 καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32 οὗτος ἔσται μέγας καὶ υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, 33 καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. 34 εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; 35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ· 36 καὶ ἰδοὺ Ἐλισάβετ ἡ [f]συγγενίς σου καὶ αὐτὴ [g]συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· 37 ὅτι οὐκ ἀδυνατήσει παρὰ [h]τοῦ θεοῦ πᾶν ῥῆμα. 38 εἶπεν δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:26 ἀπὸ WH Treg NIV ] ὑπὸ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:27 ἐμνηστευμένην WH Treg NIV ] μεμνηστευμένην RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 εἰσελθὼν WH NA ] + ὁ ἄγγελος Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:28 σοῦ WH NIV ] + εὐλογημένη σὺ ἐν γυναιξίν Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:29 ἐπὶ τῷ λόγῳ διεταράχθη WH Treg NIV ] ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συγγενίς WH NIV ] συγγενής Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:36 συνείληφεν WH Treg NIV ] συνείληφυῖα RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 1:37 τοῦ θεοῦ WH Treg NIV ] τῷ θεῷ RP

36 Ταῦτα δὲ αὐτῶν λαλούντων [a]αὐτὸς ἔστη ἐν μέσῳ [b]αὐτῶν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν [c]τῇ καρδίᾳ ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι [d]ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 [e][καὶ τοῦτο εἰπὼν [f]ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.] 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ [g]μέρος· 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.

44 Εἶπεν δὲ [h]πρὸς αὐτούς· Οὗτοι οἱ λόγοι [i]μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως [j]καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως [k]γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν [l]καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— [m]ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ· 48 ὑμεῖς [n]ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ [o]ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ [p]πόλει ἕως οὗ ἐνδύσησθε [q]ἐξ ὕψους δύναμιν.

50 Ἐξήγαγεν δὲ αὐτοὺς [r]ἕως [s]πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν [t][καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]. 52 καὶ αὐτοὶ [u][προσκυνήσαντες αὐτὸν] ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ [v]εὐλογοῦντες τὸν [w]θεόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτὸς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:36 αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NIV RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:38 τῇ καρδίᾳ WH Treg NIV ] ταῖς καρδίαις RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:39 ἐγώ εἰμι αὐτός WH Treg NIV ] αὐτὸς ἐγώ εἰμι RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 καὶ τοῦτο … τοὺς πόδας Treg NIV RP ] [[WH]]
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:40 ἔδειξεν [[WH]] Treg NIV ] ἐπέδειξεν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:42 μέρος WH NIV ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 πρὸς αὐτούς WH Treg NIV ] αὐτοῖς RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 μου WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:44 καὶ RP ] + τοῖς WH Treg NIV
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:46 γέγραπται WH Treg NIV ] + καὶ οὕτως ἔδει RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 καὶ Treg NIV RP ] εἰς WH NA
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:47 ἀρξάμενοι WH Treg NIV ] ἀρξάμενον RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:48 ἐστε Treg ] – WH NIV; δέ ἐστε RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NIV RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 πόλει WH Treg NIV ] + Ἱερουσαλήμ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:49 ἐξ ὕψους δύναμιν WH Treg NIV ] δύναμιν ἐξ ὕψους RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 ἕως WH Treg NIV ] ἔξω ἕως RP NA
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:50 πρὸς WH Treg NIV ] εἰς RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:51 καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NIV RP ] [[WH]]
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:52 προσκυνήσαντες αὐτὸν Treg NIV RP ] [[WH]]
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 εὐλογοῦντες WH NIV ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 24:53 θεόν WH Treg NIV ] + Ἀμήν RP